Add parallel Print Page Options

10 Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. 11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς [a]ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον [b]ἐστὶν αὐτοῦ. 13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, [c]ἡ ἀρχὴ καὶ [d]τὸ τέλος.

14 Μακάριοι οἱ [e]πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:11 ῥυπαρευθήτω RP ] ῥυπανθήτω WH Treg NIV
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:12 ἐστὶν WH Treg NIV ] ἔσται RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:13 WH NIV RP ] – Treg
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:13 τὸ WH NIV RP ] – Treg
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22:14 πλύνοντες τὰς στολὰς αὐτῶν WH Treg NIV ] ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP